Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.209 Joseph. AJ 11.214 (English) >>Joseph. AJ 11.219

11.212προσελθὼν οὖν τῷ βασιλεῖ κατηγόρει λέγων ἔθνος εἶναι πονηρόν, διεσπάρθαι δὲ τοῦτο κατὰ τῆς ὑπʼ αὐτοῦ βασιλευομένης οἰκουμένης, ἄμικτον ἀσύμφυλον οὔτε θρησκείαν τὴν αὐτὴν τοῖς ἄλλοις ἔχον οὔτε νόμοις χρώμενον ὁμοίοις, ἐχθρὸν δὲ καὶ τοῖς ἔθεσι καὶ τοῖς ἐπιτηδεύμασιν τῷ σῷ λαῷ καὶ ἅπασιν ἀνθρώποις. 11.213τοῦτο τὸ ἔθνος, εἴ τινα θέλεις τοῖς ὑπηκόοις εὐεργεσίαν καταθέσθαι, κελεύσεις πρόρριζον ἀπολέσθαι μηδέ τι αὐτοῦ λείψανον καταλιπεῖν μήτʼ εἰς δουλείαν τινῶν φυλαχθέντων μήτε αἰχμαλωσίᾳ. 11.214ἵνα μέντοι μὴ ζημιωθῇς τοὺς φόρους τοὺς παρʼ αὐτῶν γινομένους, ἐκ τῆς ἰδίας οὐσίας αὐτὸς ἐπηγγείλατο μυριάδας δώσειν ταλάντων ἀργυρίου τέσσαρας, ὅπου ἂν κελεύσῃ. ταῦτα δὲ τὰ χρήματα παρέχειν ἡδέως ἔλεγεν, ἵνʼ ἀπὸ τούτων εἰρηνευθῇ τῶν κακῶν βασιλεία. 11.215

Ταῦτα τοῦ Ἀμάνου ἀξιώσαντος βασιλεὺς καὶ τὸ ἀργύριον αὐτῷ χαρίζεται καὶ τοὺς ἀνθρώπους, ὥστε ποιεῖν αὐτοὺς τι βούλεται. τυχὼν δὲ ὧν ἐπεθύμει Ἀμάνης παραχρῆμα πέμπει διάταγμα ὡς τοῦ βασιλέως εἰς ἅπαντα τὰ ἔθνη περιέχον τοῦτον τὸν τρόπον· 11.216βασιλεὺς μέγας Ἀρταξέρξης τοῖς ἀπὸ Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας ἑπτὰ καὶ εἴκοσι καὶ ἑκατὸν σατραπειῶν ἄρχουσι τάδε γράφει. πολλῶν ἐθνῶν ἄρξας καὶ πάσης ἧς ἐβουλήθην κρατήσας οἰκουμένης καὶ μηδὲν ὑπὸ τῆς ἐξουσίας ὑπερήφανον μηδὲ σκαιὸν εἰς τοὺς ἀρχομένους ἀναγκασθεὶς ἁμαρτεῖν, ἀλλʼ ἐπιεικῆ καὶ πρᾷον ἐμαυτὸν παρασχὼν καὶ προνοησάμενος εἰρήνης καὶ εὐνομίας αὐτοῖς, ἐζήτουν πῶς εἰς ἅπαντα τούτων ἀπολαύειν αὐτοῖς γένοιτο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.209 Joseph. AJ 11.214 (English) >>Joseph. AJ 11.219

Powered by PhiloLogic